Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/80

This page has been proofread, but needs to be validated.

HESIOD

καὶ ἐργαζόμενοι πολὺ φίλτεροι[1] ἀθανάτοισιν. 309
ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος. 311
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
πλουτεῦντα· πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
δαίμονι δ᾽ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
εἴ κεν ἀπ᾽ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν 315
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
αἰδώς, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησιν.
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
 Χρήματα δ᾽ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.  320
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
ἢ ὅ γ᾽ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
γίγνεται, εὖτ᾽ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
ἀνθρώπων, αἰδῶ δέ τ᾽ ἀναιδείη κατοπάζῃ·
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον 325
ἀνέρι τῷ, παῦρον δέ τ᾽ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
ἶσον δ᾽ ὅς θ᾽ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, 330
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·
τῷ δ᾽ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
ἔργων ἀντ᾽ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ᾽ ἀεσίφρονα θυμόν. 335
κὰδ δύναμιν δ᾽ ἔρδειν ἱέρ᾽ ἀθανάτοισι θεοῖσιν

  1. CFH: ἐργαζόμενος ... φίλτερος, other MSS. Line 310, ἔσσεσι ἠδέ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς, is omitted by ACD and Stobaeus.
26