Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/98

This page has been proofread, but needs to be validated.

HESIOD

μή ποτέ σ᾽ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,  555
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ᾽ εἵματα δεύσῃ.
ἀλλ᾽ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ᾽ ἀνθρώποις.
τῆμος τὤμισυ βουσίν, ἐπ᾽ ἀνέρι δὲ πλέον εἴη
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. 560
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.

 Εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
χειμέρι᾽ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ᾽ ἀστὴρ 565
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
τὸν δὲ μέτ᾽ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. 570
 Ἀλλ᾽ ὁπότ᾽ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
ἀλλ᾽ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ᾽ ἠόα
[1] κοῖτον
ὥρῃ ἐν ἀμήτου, ὅτε τ᾽ ἠέλιος χρόα κάρφει. 575
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου 580
ἀνθρώπους πολλοῖσί τ᾽ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

  1. Gerhard : ἠῶ, MSS.
44