This page does not need to be proofread.
8
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.4.

βωμολοχίας ὁ τοῦ Ὁμήρου Οδυσσεύς, τοῖς περὶ τὸν ᾿Αλκίνουν διηγούμενος ἀνέμων τε δουλείαν καὶ μονοφθάλμους καὶ ὠμοφάγους καὶ ἀγρίους τινὰς ἀνθρώπους, ἔτι δὲ πολυ κέφαλα ζῷα καὶ τὰς ὑπὸ φαρμάκων τῶν ἑταίρων μεταβολάς, οἷα πολλὰ ἐκεῖνος ὡς πρὸς ἰδιώτας ἀνθρώπους ἐτερατεύσατο τοὺς Φαίακας.

4. Τούτοις οὖν ἐντυχὼν ἅπασι τοῦ ψεύσασθαι μὲν οὐ σφόδρα τοὺς ἄνδρας ἐμεμψάμην ὁρῶν ἤδη σύνηθες ὂν τούτο καὶ τοῖς φιλο σοφεῖν ὑπισχνουμένοις· ἐκεῖνο δὲ αὐτῶν ἐθαύμαζον, εἰ ἐνόμισαν λήσειν οὐκ ἀληθῆ συγγράφοντες. διόπερ καὶ αὐτὸς ὑπὸ κενοδοξίας ἀπολιπεῖν TI σπουδάσας τοῖς μεθ᾿ ἡμᾶς, ἵνα μὴ μόνος ἄμοιρος ὦ τῆς