This page does not need to be proofread.
12
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A. 5.

οὐρίῳ ἀνέμῳ τὸν πλοῦν ἐποιοίμην. αἰτία δέ μοι τῆς ἀποδημίας καὶ ὑπόθεσις ἡ τῆς διανοίας περιεργία καὶ πραγμάτων καινῶν ἐπιθυμία καὶ τὸ βούλεσθαι μαθεῖν τί τὸ τέλος ἐστὶ τοῦ ὠκεανοῦ καὶ τίνες οἰ πέραν κατοικοῖντες ἄνθρωποι. τούτου γε μέντοι ἔνεκα μάμπολλα μὲν σιτία ἐνεβαλόμην, ἰκανὸν δὲ καὶ ὕδωρ ἐνεθέμην, πεντήκοντα γὲ τῶν ἡλικιωτῶν προσεποιησάμην τὴν αὑτὴν ἐμοὶ γνώμην ἔχοντας, ἔτι δὲ καὶ ὅλων πολύ τι πλῆθος παρεσκευασάμην καὶ κυβερνήτην τόν ἄριστον μισθῷ μεγάλῳ πείσας παρέλαβον καὶ τὴν ναῖν—ἄκατος δὲ ἦν—ὡς πρὸς μέγαν καὶ βίαιον πλοῦν ἐκρατυνάμην.