This page does not need to be proofread.
16
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.7.

μεν ἡμῶν αὐτῶν τριάκοντα μὲν φύλακας τῆς νεὼς παραμένειν, εἴκοσι δὲ σὺν ἐμοὶ ἀνελθεῖν ἐπὶ κατασκοπῇ τῶν ἐν τῇ νήσῳ.

7. Προελθόντες δὲ ὅσον σταδίους τρεῖς ἀπὸ τῆς θαλάττης δι᾿ ὕλης ὁρῶμέν τινα στήλην χαλκοῦ πεποιημένην, ῾Ελληνικοῖς γράμμασι καταγεγραμμένην, ἀμυδροῖς δὲ καὶ ἐκτε τριμμένοις, λέγουσαν „ἄχρι τούτων Ἡρακλῆς καὶ Διόνυσος ἀφίκοντο.“ ἦν δὲ καὶ ἴχνη δύο πλησίον ἐπὶ πέτρας, τὸ μὲν πλεθριαῖον, τὸ δὲ ἔλαττον· ἐμοὶ δοκεῖν, τὸ μὲν τοῦ Διο νύσου τὸ μικρότερον, θάτερον δὲ Ἡρακλέους. προσκυνήσαντες δ᾽ οὖν προῄειμεν· οὔπω δὲ πολὺ παρῄειμεν καὶ ἐφιστάμεθα ποταμῷ οἶνον ῥέοντι ὁμοιοτάτῳ μάλιστα οἷόσπερ ὁ Χιός ἐστιν. ἄφθονον δὲ ἦν τὸ ῥεῦμα καὶ