This page does not need to be proofread.
22
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.9.

Λύδιον, αἱ δὲ Ἰνδικήν, αἱ πλεῖσται δὲ τὴν Ελλάδα φωνὴν προϊέμεναι. καὶ ἐφίλουν δὲ ἡμᾶς τοῖς στόμασιν˙ ὁ δὲ φιληθεὶς αὐτίκα ἐμέθυε καὶ παράφορος ἦν. δρέπε σθαι μέντοι οὐ παρεῖχον τοῦ καρποῦ, ἀλλ᾿ ἤλγουν καὶ ἐβόων ἀποσπωμένου. αἱ δὲ καὶ μίγνυσθαι ἡμῖν ἐπεθύμουν· καὶ δύο τινὲς τῶν ἑταίρων πλησιάσαντες αὐταῖς οὐκέτ᾽ ἀπελύοντο, ἀλλ᾽ ἐκ τῶν αἰδοίων ἐδέδεντο· συνεφύοντο γὰρ καὶ συνερριζοῦντο, καὶ ἤδη αὐτοῖς κλάδοι ἐπεφύκεσαν οἱ δάκτυλοι καὶ ταῖς ἕλιξι περιπλεκόμενοι ὅσον οὐδέπω καὶ αὐτοὶ καρποφορήσειν ἔμελλον.

9. Καταλιπόντες δὲ αὐτοὺς ἐπὶ ναῦν ἐφεύγομεν καὶ τοῖς ἀπολειφθεῖσι διηγούμεθα ἐλθόντες τά τε ἄλλα καὶ τῶν ἑταίρων