This page does not need to be proofread.
30
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.12.

τὸν ἡμῖν διεξῄει, ὡς καὶ αὐτὸς ἄνθρωπος ὢν τοὔνομα Ἐνδυμίων ἀπὸ τῆς ἡμετέρας γῆς καθεύδων ἀναρπασθεὶη ποτὲ καὶ ἀφι κόμενος βασιλεύσεις τῆς χώρας· εἶναι δὲ τὴν γῆν ἐκείνην ἔλεγε τὴν ἡμῖν κάτω φαινομένην Σελήνην. ἀλλὰ θαρρεῖν τε παρεκελεύετο καὶ μηδένα κίνδυνον ὑφορά σθαι· πάντα γὰρ ἡμῖν παρέσεσθαι ὧν δεόμεθα.

12. Ην δὲ καὶ κατορθώσω, ἔφη, τὸν πόλε μου, ὃν ἐκφέρω νῦν πρὸς τοὺς τὸν ἥλιον κατοικοῦντας, ἁπάντων εὐδαιμονέστατα παρ' ἐμοὶ καταβιώσεσθε. καὶ ἡμεῖς ἠρόμεθα τίνες τε εἶεν οἱ πολέμιοι καὶ τὴν αἰτίαν τῆς διαφορᾶς· Ὁ δὲ Φαέθων, φησίν, ὁ τῶν ἐν τῷ ἡλίῳ κατοικούντων βασιλεύς-