This page does not need to be proofread.
34
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.13.

ὅπλισιν· αὔριον δὲ ποιησόμεθα τὴν ἔξοδον. Οὕτως, ἔφην ἐγώ, γιγνέσθω, ἐπειδή σοι δοκεῖ.

13. Τότε μὲν οὖν παρ᾽ αὐτῷ ἑστιαθέντες ἐμείναμεν, ἕωθεν δὲ διαναστάντες ἐταττό μεθα· καὶ γὰρ οἱ σκοποὶ ἐσήμαινον πλη σίον εἶναι τοὺς πολεμίους. τὸ μὲν οὖν πλῆθος τῆς στρατιᾶς δέκα μυριάδες ἐγέ νοντο ἄνευ τῶν σκευοφόρων καὶ τῶν μη χανοποιῶν καὶ τῶν πεζῶν καὶ τῶν ξένων συμμάχων· τούτων δὲ ὀκτακισμύριοι μὲν ἦσαν οἱ Ἱππόγυποι, δισμύριοι δὲ οἱ ἐπὶ τῶν λαχανοπτέρων. ὄρνεον δὲ καὶ τοῦτό ἐστι μέγιστον, ἀντὶ τῶν πτερῶν λαχάνοις πάντῃ λάσιον, τὰ δὲ ὠκύπτερα ἔχει θρι δακίνης φύλλοις μάλιστα προσεοικότα.