This page does not need to be proofread.
36
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.13.

ἐπὶ δὲ τούτοις οἱ Κεγχροβόλοι ἐτετάχατο καὶ οἱ Σκοροδομάχοι. ἦλθον δὲ αὐτῷ καὶ ἀπὸ τῆς ῎Αρκτου σύμμαχοι, τρισμύριοι μὲν Ψυλλοτοξόται, πεντακισμύριοι δὲ ᾿Ανεμοδρό μοι· τούτων δ᾽ οἱ μὲν Ψυλλοτοξόται ἐπὶ ψυλλῶν μεγάλων ἱππάζονται, ὅθεν καὶ τὴν προσηγορίαν ἔχουσι· μέγεθος δὲ τῶν ψιλλῶν ὅσον δώδεκα ἐλέφαντες· οἱ δὲ ᾿Ανεμοδρόμοι πεζοὶ μέν εἰσι, φέρονται δὲ ἐν τῷ ἀέρι ἄνευ πτερῶν· ὁ δὲ τρόπος τῆς φορᾶς τοιόσδε· χιτῶνας ποδήρεις ὑποζωσάμενοι, κολπώσαντες αὐτοὺς τῷ ἀνέμῳ καθάπερ ἱστία φέρονται ὥσπερ τὰ σκάφη. τὰ πολλὰ δ᾽ οἱ τοιοῦτοι ἐν ταῖς μάχαις πελτασταί εἰσιν. ἐλέγοντο δὲ καὶ ἀπὸ τῶν ὑπὲρ τὴν Καππαδοκίαν ἀστέρων ἥξειν Στρουθοβάλανοι