This page needs to be proofread.
434
Anecdota Barocciana.

     Ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες
     Σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν
     Μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. (Il. Β. 333.)

τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται· ὡς ἔφατ’, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. Ἔνιοι δὲ καὶ ἐν συλλαβαῖς Ὑπερβατὰ πεποιήκασιν· ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν. “Ἑρμῆν τόνδ’ ἀνέθηκε Δημήτριος, ὄρθια δ’ οὐκ ἐν προθύροις[1]” ἀντὶ τοῦ οὐκ ὄρθια δέ.

Αἴνιγμά ἐστι φράσις διάνοιαν ἀποκεκρυμμένην καὶ σύνθετον πειρωμένη ποιεῖν ὡς τὰ παρ’ Ἡσιόδῳ παρὰ [περὶ] τῆς κύλικος λεγόμενα

Αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐΐσης ἐξ ἔρον ἔντο

οἷον “οὐ μητέρα μητρὸς ἄγοντο ἀζαλέην καὶ ὀπταλέην·” ἐπεὶ δοκεῖ πρῶτον μὲν ξηραίνεσθαι εἶτα ὀπτᾶσθαι· ἐφ ἑτέροισι τεκέσι τοῖς ἑαυτοῦ τέκνοις· λέγει δὲ τοῖς ξένοις· [ξύλοις] τὸ δὲ τεθνάναι καθὸ δοκεῖ ἐκ τῆς ὕλης ἐκκεκόφθαι. This fragment without the aid of the Leyden or other MSS. must I fear remain in every sense of the word an enigma.

I. A. C.
  1. The quotation ought seemingly to stand thus:
    Ἑρμῆν τόν δ’ ἀνέθηκε [Δημήτριος] ὄρθια δ’ οὐκ ἦν
    ἐν προθύροις.