This page has been proofread, but needs to be validated.
148
TENNYSONIANA.

"καί, ὡς ἔοικε, τῶν κύκνων δοκῶ φαυλότερος ὑμῖν εἶναι τὴν μαντικήν, οἳ, ἐπειδὰν αἴσθωνται, ὅτι δεῖ αὐτοὺς ἀποθανεῖν, ᾂδοντες καὶ ἐν τῷ πρόσθεν χρόνῳ, τότε δὴ πλεῖστα καὶ μάλιστα ᾄδουσι, γεγηθότες, ὅτι μέλλουσι παρὰ τὸν θεὸν ἀπιέναι, οὗπερ εἰσὶ θεράποντες. οἱ δὲ ἄνθρωποι διὰ τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνωυ καταψεύδονται, καί φασιν αὐτοὺς θρηνοῡντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται, ὅτι οὐδὲν ὄρνεον ᾄδει, ὅταν τεινῇ ᾒ ῥιγοῖ ἤ τινα ἄλλην λύπην λυπῆται, οὐδὲ αυδε αὐτὴ ἥ τε ἀηδὼν καὶ χελιδὼν καὶ ὁ ἔποψ, ἃ δή φασι διὰ λύπην θρηνοῡντα ᾄδειν᾽ ἀλλ᾿ οὔτε ταῡτά μοι φαίνεται λυπούμενα ᾄδειν οὔτε οἱ κύκνοι. ἀλλ᾽ ἅτε, οἶμαι, τοῡ Άπόλλωνος ὄντες μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν Ἅιδου ἀγαθὰ ᾄδουσι καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐω τῷ ἔμπροσθεν χρόνῳ."—Plato, Phædo, xxxv.


"—The rainy Hyades
Vext the dim sea."
Ulysses.


" Arcturum, pluviasque Hyadas, geminosque Triones."
Æneid, i. 748, iii. 516.