This page has been validated.

6

πάταγον καὶ κραυγὴν μυρίαν. Φόβος οὖν ἔλαβεν ἡμᾶς, καὶ οἱ μάντεις ἐκέλευον ἐκλείπειν τὴν νῆσον.

15. Ταχὺ δ᾽ έκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστ[ήν· μέγιστ]οι δ᾽ ἀπ᾽ αὐτῆς πυρώδεις ῥύακες ἐνέβαλλον εἰς τὴν θάλατταν. Ἡ γῆ δ᾽ ὑπὸ θέρμης ἄβατος ἦν.

16. Ταχὺ ούν κακεῖθεν φοβηθέντες ἀπεπλεύσαμεν. Τέτταρας δ᾽ ἡμέρας φερόμενοι, νυκτὸς τὴν γῆν ἀφεωρῶμεν φλoγὸς μεστήν· ἐν μέσῳ δ᾽ ἦν ἠλίβατόν τι πῦρ, τῶν ἄλλων μεῖζον, ἁπτόμενον, ὦς ἐδόκει, τῶν ἄστρων. Τοῦτο δ᾽ ἡμέρας ὄρος ἐφαίνετο μέγιστον, Θεῶν ὄχημα καλούμενον.

17. Τριταῖοι δ᾽ ἐκεῖθεν πυρώδεις ῥύακας παραπλεύσαντες ἀφικόμεθα εἰς κόλπον Νότου Κέρας λεγόμενον.

18. Ἐν δὲ τῷ μυχῷ νῆσος ἦν, ἐοικυῖα τῇ πρώτῃ, λίμνην ἔχουσα· καὶ ἐν ταύτῃ νῆσος ἦν ἑτέρα, μεστὴ ἀνθρώπων ἀγρίων. Πολὺ δὲ πλείους ἦσαν γυναῖκες, δασεῖται τοῖς σώμασιν· ἃς οἱ ἑρμηνέες ἐκάλουν Γορίλλας. Διώκοντες δὲ ἄνδρας μὲν συλλαβεῖν οὐκ ἠδυνήθημεν, ἀλλὰ πάντες (μὲν) ἐξέφυγον, κρημνοβάται ὄντες καὶ τοῖς πέτροις ἀμυνόμενοι, γυναῖκας δὲ τρεῖς, αἳ δάκνουσαί τε καὶ σπαράττουσαι τοὺς ἄγοντας οὐκ ἤθελαν ἕπεσθαι. Ἀποκτείναντες μέντοι αὐτάς ἐξεδείραμεν καὶ τὰς δορὰς ἐκομίσαμεν εἰς Καρχηδόνα. Οὐ γὰρ ἔτι ἐπλεύσαμεν προσωτέρω, τῶν σίτων ἡμᾶς ἐκλιπόντων.