Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/412

This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

 Τοὺς δ᾽ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε 475
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾽ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους· ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
ἕξετ᾽ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
εἰμὶ δ᾽ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾽ εὔχομαι εἶναι· 480
ὑμέας δ᾽ ἤγαγον ἐνθάδ᾽ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
ἕξετ᾽ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ᾽ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. 485
ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δ᾽ ἔπειτα θοὴν μὲν ἐπ᾽ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ᾽ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
καὶ βωμὸν ποιήσατ᾽ ἐπὶ ῥηγμῖνι θαλάσσης· 490
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς 495
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν, 500
εἰς ὅ κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν.

358