Page:Folk-lore - A Quarterly Review. Volume 10, 1899.djvu/181

There was a problem when proofreading this page.
Folklore from the Southern Sporades.
153

to do magic for the hurt of others. … They who carry- about bears or other beasts as playmates for the hurt of simpler folk, or who drive away (?) the clouds, or who provide amulets, or believe in Luck and Fate and horoscopes, that it is good to be born on one day and bad on another, or omens of chance words, or who put on colours, that is to

    ἢ τοῖς ζώοις αὐτὼν ἐπιθέτουσι διὰ βασκαμόν . . . . ὁ δὲ προσκαλεσάμενος μάγους ἵνα ποιήσωσιν μάγια εἰς βλάβην ἑτέρων ἀνθρώπων . . . [fol. 25] ὁ τὰς ἀρκούδας ἢ ἄλλα θηρία πρὸς παίγνιον εἰς βλάβην τῶν ἁπλουστέρων συρόμενοι, ἢ τὰ νέφη διόκωντας [sic], ἢ τοῖς παρέχουσι φυλακτήρια, ἢ τοῖς τύχην ἢ ῥιζικὸν καὶ γενεθλιαλογίαν πιστεύουσιν, ὅτι τὸ μὲν εἰς ἡμέρας [sic] ἀγαθήν, τὸ δὲ εἰς κακὴν γεννηθῆναι ἢ ῥικτολόγια, ἢ βάμματα τουτέστιν κάνουραις ἢ μετάξια εἰς τὰς ἑαυτῶν κεφαλὰς ἢ τραχήλους ἐπιθετουσιν ὡς νόσους ἀποδιώκειν καὶ βασκανίαις ληροῦσιν, ἢ ὄφιν περιφέρουσιν ἐγκολπίους ἢ ἐπὶ τοὺς ὀφθαλμοὺς ἢ τοῦ στόματος αὐτῶν ἐπισύρουσιν τὰ τούτων δέρματα, ὡς τάχιστα λαβεῖν ὑγίαν νομίζουσιν. ἢ σκολαρίκια τῇ μεγάλῃ ε̄ των ἑαυτῶν τέκνων ποιοῦσι· ἢ ψαλμοὺς διὰ δαβιτικοὺς καὶ ὀνόματα μαρτύρων μεμνήμενοι ἐπὶ τοῦ τραχήλου κρεμοῦσιν, ἢ χάρτην περιέχουσιν εὐχὴν ῥευματικοῦ, ἢ γιτρεύτιαν προσκαλοῦνται εἰς κεφαλγίαν ἢ σπλῆνας ἂ ἀσθένειαν καὶ πόνους ἀποδέματα χρόμενοι, καὶ ποιοῦσι σχοίνια ἐπικαλούμενοι τοὺς ἀγαθοποιοὺς δαίμονας εἰς βοήθιεαν καὶ ἀνάρωσιν αὐτῶν ἢ καὶ θηρίων καὶ ἀνδρογύνων ἀποδέματα στέργουσιν ἢ τὰς πνεῦμα πύθωνος ἔχουσαν [sic] τουτέστι τὰς ζαλιζαρίαν πιστεύοντας [sic] καὶ προλέγοντας τὰ μέλλοντα, ἢ κουκία πιστεύοντες [sic] ἢ ἄλλην μαντίαν καταμηνύειν τὰ ἀπολλόμενα, ἢ τὸν λεγόμενον κλήδονα μαντεύοντες τὸν μάϊον μῆνα ἢ τῆς ἀναλήψεως, ἢ γητείας δι’ ἄλλην τινὰ ἀσθένειαν [fol. 26] ἢ ζάλην γητεύοντες ἤτι τῶν τοιοῦτων παρανόμων προστρεχοντες. . . . . καθήρηνται δὲ πολλάκις καὶ ἱερεῖς ἐπὶ συνόδου ἄρτον τῆς μεγάλης ε̄ ἐπιδώσαντες τοῖσι φαγεῖν ἐφ’ ὧ τὰ συληθέντα εὑρεθῆναι ἐκ τοῦ μὴ εὐκόλως ἐκ τοῦτον καταπιεῖν· ἄλλος δέ τις ἱερεὺς μετὰ τοῦ εὐαγγελίου ξύλον συνδεδεμένον καὶ κυκλικῶς περιστρεφόμενον περί τινων ὑποθέσεων διὰ ψαλμῶν δαβιτικῶν εὐθέως ἐκαθηρέθη. ἀλλὰ καὶ τὰς ἁγίας εἰκόνας προσεδρεύουσαι γυναῖκες καὶ ἐκ τούτων ἰσχυροζόμενοι [sic] προλέγειν τὰ μέλλοντα, κατὰ τὰς πάλλαι πνεῦμα πύθωνος ἐχούσαις τοῖς αὐτοῖς ἐπιπεσοῦνται ἐπιτιμίοις.. κανουρα is probably χάντρα, a bead. It is thus accented in the MS.