Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/608

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ
ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·
 Ὦ θύγατερ, μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;
καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες 175
κνίσσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.
 Ὣς ἄρ’ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·
ὦ πάτερ, οὐκ ἂν πώποτ’ ἐγὼ μυσὶ τειρομένοισιν
ἐλθοίην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μ’ ἔοργαν
στέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ ἐλαίου. 180
τοῦτο δέ μοι λίην ἔδακε φρένας, οἷον ἔρεξαν.
πέπλον μου κατέτρωξαν ὃν ἐξύφανα καμοῦσα
ἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,
καὶ τρώγλας τ’ ἐτέλεσσαν· ὁ δ’ ἠπητής μοι ἐπέστη
καὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν. 185
χρησαμένη γὰρ ὕφανα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.
ἀλλ’ οὐδ’ ὣς βατράχοισιν ἀρηγέμεν οὐκ ἐθελήσω.
εἰσὶ γὰρ οὐδ’ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴην
ἐκ πολέμου ἀνιοῦσαν, ἐπεὶ λίην ἐκοπώθην,
ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες 190
οὐδ’ ὀλίγον καταμῦσαι· ἐγὼ δ’ ἄυπνος κατεκείμην·
τὴν κεφαλὴν ἀλγοῦσα, ἕως ἐβόησεν ἀλέκτωρ.
ἀλλ’ ἄγε παυσώμεσθα, θεοὶ, τούτοισιν ἀρήγειν,
μή νύ τις ἡμείων τρωθῇ βέλει ὀξυόεντι·
εἰσὶ γὰρ ἀγχέμαχοι, καὶ εἰ θεὸς ἀντίον ἔλθοι· 195
πάντες δ’ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.
 Ὣς ἄρ’ ἔφη· καὶ τῇ δ’ αὖτ’ ἐπεπείθοντο θεοὶ ἄλλοι,
πάντες ὁμῶς δ’ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.
 Καὶ τότε κώνωπες μεγάλας σάλπιγγος ἔχοντες
δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ  200
Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.
 Πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ

554