Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/610

This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

ἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·
κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισσεν ἐθείρας.
[δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.] 205
Τρωγλοδύτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνο,
πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα
εἷλε μέλας θάνατος, ψυχὴ στόματος δ’ ἐξέπτη.
Σευτλαῖον δ’ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρον,
Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψεν· 210
ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.
Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,
Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος [τρῶσεν ἐπιφθὰς
πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε·[1]] 213a
Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέι σχοίνῳ
οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ἤριπε δ’ εὐθύς· 215
Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
καὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἤπατος· ὡς δ’ ἐνόησε
Κοστοφάγον φεύγοντα, βαθείαις ἔμπεσεν ὄχθαις.
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης, ἀλλ’ ἤλασεν αὐτόν·
κάππεσε δ’, οὐδ’ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη  220
πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη
χορδῇσιν λιπαρῇσί τε πειρόμενος λαγόνεσσιν.
Τυροφάγον δ’ αὐτῇσιν ἐπ’ ὄχθαις ἐξενάριξεν.
   *     *     *     *
Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
ἥλατο δ’ ἐς λίμνην φεύγων, τὴν ἀσπίδα ῥίψας. 225
Φιλτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Ἐμβραοίχυτρος,
[Ὑδρόχαρις δέ τ’ ἔπεφνεν Πτερνοφάγον βασιλῆα,]
χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.

  1. Omitted by Baumeister and by many MSS.
556