Page:Stories and Legends - Coulson (1908).djvu/28

This page needs to be proofread.



PART I

SHORTER STORIES AND FABLES


I. The North Wind and the Sun.

ὁ Βορέας ποτὲ καὶ ὁ ἥλιος ἤριζον, ὁπότερός ἐστι κρείσσων. ἰδὼν δὲ ἄνθρωπον ἱμάτιον ἔχοντα, ἔ-φη ὁ ἥλιος. "τί μάτην δια-λεγόμεθα; ὁρᾷς δήπου ἐκεῖνον τὸν ἄνδρα· ὁπότερος ἂν οὖν ἡμῶν δύνηται ἀπο-δῦσαι τὸ ἱμάτιον τοῦ ἀνθρώπου, οὖτος νικάτω." ὁ δὲ ἕτερος ἐπὶ τούτοις ὡμολόγησε. πρῶτον μὲν οὖν πεῖραν ἐ-ποι-εῖτο ὁ Βορέας. καὶ παντὶ μὲν τῷ σθένει ἔ-πνεθσε, ὁ δὲ ἀνὴρ πολὺ μᾶλλον ἑαυτὸν τῷ ἱματίῳ ἐ-κάλυπτε. παυσαμένου δὲ τοῦ Βορέου, ὁ ἥλιος ἐξ-ῆλθεν. ὁ δὲ ἀνήρ, θερμὸς γενόμενος, τὸ ἱμάτιον ἀπ-έ-ρριψε.

II. The Shepherd and the Lion.

βουκόλος ποτὲ μίαν τῶν βοῶν ἀπ-οῦσαν ᾔσθετο. καὶ πανταχῇ ἐρευνήσας οὐχ εὖρε. ηὔξατο οὖν τῷ Διὶμόσχον θῦσαι, ἐὰν τὸν κλέπτην ἴδῃ. ἐλθὼν δὲ ἐς ὕλην τινά, λέοντα ὁρᾷ κατ-εσθίοντα τὴν βοῦν· ἐπι-τείνας δὲ ἐσ τὸν οὐρανὸν τὰς χεῖρας, "ὦ Ζεῦ," ἔ-φη, "πρότερον μὲν ηὐξάμεν μόσχον θῦσαι, ἐὰν τὸν κλέπτην εὔρω. νῦν δὲ ταῦρον θύσω, ἐὰν τὸν κλέπτην ἐκ-φύγω."