Page:Stories and Legends - Coulson (1908).djvu/29

This page needs to be proofread.
2
first greek reader

III. Aeschylus and the Tortoise.

Αἰσχύλος ὁ ποιητὴς γέρων γενόμενος, φακακρὸς ἦν τὴν κεφαλήν. ἐπεὶ δέ ποτε ἐν ἀγρῷ περι-ε-πάτει, ἐ-πέτετετο ὑπὲρ αὐτοῦ ἀετός, χελώνην ἔχων ἐν ταῖς χερσίν. καὶ ὁ ἀετός, θέλων ἐσθίειν τὴν χελώνην, οὐκ ἐ-δύνατο διὰ τὸ δέρμα. ἰδὼν δὲ τὴν κεφαλὴν τοῦ Αἰσχύλου λευκὴν οὖσαν, ἐ-νόμιζε λίθον εἶναι. κατ-έ-βαλεν οὖν τὴν χελώμην, βοθλόμενος ἐπὶ τῷ λίτῳ ῥηγνύσαι τὸ δέρμα. ἡ δὲ χελώμη ἐπι-πεσοῦσα τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἀπ-έ-κτεινεν αὐτόν.

IV. The Eagle and its Feathers.

τοξότης ποτὲ ἀετὸν ἐ-τόξευσεν. ὁ δὲ ἀετός, κείμενος ἐπὶ τῇ γῇ, πολὺ ἤλγει· θεασάμενος δὲ τὸν οἰστόν, ὁρᾷ τὰ ἑαυτοῦ πτερὰ ἔπ-οντα αὐτῷ· τοῦτο δὲ ἰδὼν μᾶλλον ἤλγησεν. "λυπηρὸν γάρ," ἔ-φη, "ἀπο-θανεῖν, λυπηρότερον δὲ ὑπὸ ἐμαυτοῦ ἀπ-ολέσθαι."

V. The Wolf and the Crane.

λύκος ποτὲ ἐν τῷ λαιμῷ ὀστοῦν ἔχων ἐ-πνίγετο. μετα-πεμψάμενος οὖν τὴν γέρανον (μακρὸν γὰρ τὸν τράχηλον ἔχει ἡ γέρανος) ᾔτησε τὸ ὀστοῦν ἐξ-αιρεῖν. ἔ-φη δέ, ἐὰν τοῦτο ποιήσῃ, μισθὸν καλὸν δώσειν. ἡ οὖν γέρανος ἐξ-εῖλε τὸ ὀστοῦν, εἶτα τὸν μισθὸν ᾔτησε. ὁ δὲ λύκος γελάσασ εἶπεν, "ἀ-χάριστος εἶ, ὦ φίλη· καλὸν γὰρ μισθὸν ἤδη σοι δέ-δωκα. ἔχων γὰρ τὴν κεφαλὴν ἐν τῷ στόματι, εἴασά σε ὅμως ζῶσαν ἀπ-ιέναι."