Page:Stories and Legends - Coulson (1908).djvu/30

This page has been proofread, but needs to be validated.
FIRST GREEK READER
3

VI. Different Creatures have different Gifts.

ποιητής τις λέγει ὅτι οἱ θεοί, ποιήσαντες τὰ ζῷα, γέρας τι ἑκάστῳ δι-έ-νειμαν. καὶ τοῖς μὲν ταύροις κέρα ἔ-δοσαν, τοῖς δὲ ἵπποις ὁπλάς, τοῖς δὲ ὄρνισι πτέρυγας, καὶ τοῖς ἄλλοις ἄλλο τι τοιοῦτον. ἀνθρώποις δὲ οὐδὲν τοιοῦτον ἔ-δοσαν, ἀλλὰ τοῖς μὲν ἀνδράσιν ἀρετήν, ταῖς δὲ γυναιξὶ κάλλος. καὶ τοῦτο ἔχουσα ἡ γυνὴ πάντων κρατίστη ἐστί. οἱ γὰρ ἄνδρες πάντα νικῶσι τῇ ἀρετῇ, αἱ δὲ γυναῖκες νικῶσι τοὺς ἄνδρας τῷ κάλλει.


VII. The Horse and the Stag.

ἵππος ποτὲ κατ-εῖχε λειμῶνα μόνος. ἔλαφος δὲ ἐλθὼν δι-έ-φθειρε τὴν νομήν· ὀργισθεὶς δὲ ὁ ἵππος ᾔτη-σεν ἄνθρωπον σύμμαχον αὐτῷ γενέσθαι, καὶ κολάσαι τὸν ἔλαφον. ὁ δὲ εἶπεν ὅτι τοῦτο ποιήσει, ἐὰν λάβῃ χαλινόν, καὶ αὐτὸς ἐπὶ τὸν ἵππον ἀνα-βῇ. καὶ ταῦτα τῷ ἵππῳ ἔ-δοξε. ἀνα-βὰς δὲ ὁ ἄνθρωπος, τὸν μὲν ἔλαφον οὐκ ἐ-κόλασε, τὸν δὲ ἵππον ἐ-δούλωσεν.


VIII. An Egyptian Banquet.

οἱ Αἰγύπτιοι ἐν τοῖς συμποσίοις τόδε ποιοῦσι. ἀνὴρ νεκρὸν περι-φέρει ἐκ ξύλου πε-ποιημένον. δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτῶν λέγει, "ὦ φίλε, ὅρα τοῦτον, ἔπειτα πῖνε καὶ τέρπου. ἀπο-θανὼν γὰρ καὶ σὺ τοιοῦτος ἔσει."


IX. Thales in the Well.

ὁ Πλάτων λέγει ὅτε Θαλῆς ὁ φιλόσοφος ἀστρονομῶν καὶ ἄνω βλέπων ἐς φρέαρ ἔ-πεσεν. θεράπαινα